Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 12.12 Dem. 12.15 (English) >>Dem. 12.18

12.14τοσαύτην δέ μου ποιουμένου πρόνοιαν τῆς ὑμετέρας πόλεως, καὶ διδόντος αὐτῇ τὴν νῆσον, οἱ ῥήτορες λαμβάνειν μὲν οὐκ εἴων, ἀπολαβεῖν δὲ συνεβούλευον, ὅπως ὑπομείνας μὲν τὸ προσταττόμενον τὴν ἀλλοτρίαν ἔχειν ὁμολογῶ, μὴ προέμενος δὲ τὸ χωρίον ὕποπτος γένωμαι τῷ πλήθει. γνοὺς ἐγὼ ταῦτα προὐκαλούμην κριθῆναι περὶ τούτων πρὸς ἡμᾶς, ἵνʼ ἐὰν μὲν ἐμὴ γνωσθῇ, παρʼ ἐμοῦ δοθῇ τὸ χωρίον ὑμῖν, ἐὰν δʼ ὑμετέρα κριθῇ, τότʼ ἀποδῶ τῷ δήμῳ. 12.15ταῦτα δʼ ἐμοῦ πολλάκις ἀξιοῦντος, ὑμεῖς μὲν οὐ προσείχετε, Πεπαρήθιοι δὲ τὴν νῆσον κατέλαβον. τί οὖν ἐχρῆν με ποιεῖν; οὐ δίκην λαβεῖν παρὰ τῶν ὑπερβεβηκότων τοὺς ὅρκους; οὐ τιμωρήσασθαι τοὺς οὕτως ὑπερηφάνως ἀσελγαίνοντας; καὶ γὰρ εἰ Πεπαρηθίων ἦν νῆσος, τί προσῆκεν ἀπαιτεῖν Ἀθηναίους; εἰ δʼ ὑμετέρα, πῶς οὐκ ἐκείνοις ὀργίζεσθε καταλαβοῦσι τὴν ἀλλοτρίαν;

12.16εἰς τοῦτο δὲ προβεβήκαμεν ἔχθρας ὥστε βουλόμενος ταῖς ναυσὶν εἰς τὸν Ἑλλήσποντον παραβαλεῖν ἠναγκάσθην αὐτὰς παραπέμψαι διὰ Χερρονήσου τῇ στρατιᾷ, τῶν μὲν κληρούχων κατὰ τὸ Πολυκράτους δόγμα πολεμούντων ἡμῖν, ὑμῶν δὲ τοιαῦτα ψηφιζομένων, τοῦ δὲ στρατηγοῦ Βυζαντίους τε παρακαλοῦντος καὶ διαγγέλλοντος πρὸς ἅπαντας ὅτι πολεμεῖν αὐτῷ προστάττετε, ἂν καιρὸν λάβῃ. τοιαῦτα δὲ πάσχων ὅμως τῆς πόλεως καὶ τῶν τριήρων καὶ τῆς χώρας ἀπεσχόμην, ἱκανὸς ὢν τὰ πλεῖστα λαβεῖν πάντα, καὶ διατετέλεκα προκαλούμενος ὑμᾶς εἰς κρίσιν ἐλθεῖν ὑπὲρ ὧν αἰτιώμεθʼ ἀλλήλους.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 12.12 Dem. 12.15 (English) >>Dem. 12.18

Powered by PhiloLogic